Παρασκευή 17 Σεπτεμβρίου 2021

Ἀκολουθία Προφήτου ΔΑΝΙΗΛ καί Ἁγίων ΤΡΙΩΝ ΠΑΙΔΩΝ Ψαλλομένη τῇ 17η Δεκεμβρίου

 


 
Ἧς τά ἐλλείποντα ἀνεπληρώθησαν ἐκ χειρογράφων τοῦ Ἁγίου Ὄρους Ἄθω, ὑπό τοῦ Διονυσίου Ἁνατολικιώτου.
 
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ και ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Προφητικὴ πανδαισία, νῦν παρατίθεται, δεῦτε συμφώνως πάντες, κορεσθῶμεν τοῖς ὕμνοις, φιλέορτοι τιμῶντες χαρμονικῶς, τοὺς ἡμᾶς συγκαλέσαντας, Δανιὴλ τὸν Προφήτην ἅμα τοὺς Τρεῖς, Παῖδας θείους γενναιόφρονας.
Τῆς θαυμαστῆς βιωτῆς σου, τὰ κατορθώματα, οἱ πόθῳ συσχεθέντες, ἐπὶ σὲ ἐξαιρέτῳ, συνήλθομεν ὑμνῆσαι σοφὲ Δανιήλ, ἐν ναῷ τῷ ἁγίῳ σου, ὁμοῦ τῶν θείων Παίδων τε τῶν Τριῶν, παρ’ ὑμῶν ἰσχὺν αἰτούμενοι.
Ὥσπερ ποτὲ ἐν τῷ λάκκῳ, συγκλεισθεὶς ἔνδοξε, θηρσὶν ἀγριωτάτοις, ἐτιθάσευσας τούτους, θείᾳ σου δεήσει σοφὲ Δανιήλ, οὕτω νῦν καθημέρωσον, τῶν σὲ τιμώντων τὰ πάθη τῶν καρδιῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Ὡς τῆς καμίνου τὴν φλόγα, ποτὲ πανεύφημοι, τῇ πρὸς Θεὸν δεήσει, μετηγάγετ’ εἰς δρόσον, Παῖδες Τρεῖς θεόπται, οὕτω καὶ νῦν, παθῶν τὴν κάμινον ψύξατε, τῶν γεραιρόντων πανήγυριν τὴν ὑμῶν, ταῖς πρεσβείαις ὑμῶν Ἅγιοι.
Δόξα. Ἦχος α΄.
Τὴν τοῦ Σωτῆρος ἐκ Παρθένου γέννησιν, εὐσεβῶς προεορτάζοντες, τὴν μνήμην ὑμῶν χαρμονικῶς ἐπιτελοῦμεν, ὡς ταύτην ὑμεῖς πόῤῥωθεν προτυπώσαντες, Προφῆται πανεύφημοι· ὁ μὲν διὰ τῆς τοῦ λίθου ὁράσεως, τοῦ ἄνευ χειρὸς ἐξ ὄρους ἀποτμηθέντος· οἱ δὲ διὰ τῆς πυριφλέκτου καὶ δροσοβολούσης καμίνου· δι’ ὅ καὶ τὴν πρεσβείαν ὑμῶν αἰτοῦμεν, ἵνα ὧσπερ τὴν ὑμετέραν πανήγυριν ὑμνοῦμεν, οὕτω κἀκείνην χαρμονικῶς ἑορτάσωμεν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως, καὶ κατίδωμεν συγκατάβασιν θεϊκὴν ἄνωθεν, ἐν Βηθλεὲμ πρὸς ἡμᾶς ἐμφανῶς· καὶ νοῦν καθαρθέντες, τῷ βίῳ προσενέγκωμεν, ἀρετὰς ἀντὶ μύρου, προευτρεπίζοντες πιστῶς, τῶν Γενεθλίων τὰς εἰσόδους, ἐπὶ τῶν ψυχικῶν θησαυρισμάτων, κράζοντες· ἐν ὑψίστοις δόξα Θεῶ τῷ ἐν Τριάδι· δι’ Οὗ ἐν ἀνθρώποις εὐδοκίᾳ ἐπεφάνη, τὸν Ἀδὰμ ἐκλυτρώσασθαι τῆς ἀρχεγόνου ἀράς, ὡς Φιλάνθρω-πος.
 
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὴν Δανιήλ, Τριῶν τε Παίδων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι’ ἧς ἐμεγαλύνθησαν.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. 
Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. 
Ἔσβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ, καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν Παντοδύναμον.
Δόξα. Καὶ νῦν. Προεόρτιον, αὐτομέλον.
Οἶκος τοῦ Ἐφραθά, ἡ πόλις ἡ ἁγία, τῶν Προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ὧ τὸ θεῖον τίκτεται.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Τρισάγιον, Ἀπολυτίκιον. ῏Ηχος β΄.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! Ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι Τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ Σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένῃ, καὶ παρθενίᾳ φυλαττομένῃ, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Ἀπόλυσις.
 
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ· εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Τοῦ Προφήτου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὁ λαμπρότατος ἥλιος, Προφητῶν ὁ περίδοξος, εὐφημείσθω σήμερον θείοις ᾄσμασι, τῶν χαρισμάτων τοῦ Πνεύματος, θεῖον ἐνδιαίτημα, ἡ ἀείῥυτος πηγή, ἡ διόπτρα τοῦ Πνεύματος, ὁ ὑπέρτιμος, καί πανάριστος στῦλος τῶν δογμάτων, ἡ κρηπίς τῆς οἰκουμένης, τό ἀκατάσειστον ἔρεισμα.
Ὡς ἀστέρα φανότατον, ἑωσφόρον ὡς μέγιστον, ἐπιθυμιῶν τε ἄνδρα τιμῶμεν σε, τῶν ἀρετῶν ταῖς λαμπρότησι, φαιδρῶς ἀποστίλβοντα, καί φωτίζοντα πιστῶν, τάς ψυχάς καί τά σώματα, καί βοῶμέν σοι· Δανιήλ ὑποφήτα τόν Σωτῆρα, ἐκδυσώπει τοῦ σωθῆναι, τούς εὐσεβῶς ἀνυμνοῦντας σε.
Σοῦ ἡ γλῶσσα ὡς κάλαμος, γραμματέως πολύσοφε, ὀξυγράφου γέγονε, ῥητορεύουσα· νόμος Θεοῦ γάρ ἐγκάρδιος, ἐν σοί πεπολίτευται, καί τό στόμα σου λαλοῦν, κρίσιν ἔνδικον δέδεικται· ἐν οἷς ᾔσχυνας, παρανόμους πρεσβύτας καί Σωσάνναν, ἐκ θανάτου ἐλυτρώσω, τῶν Προφητῶν τό ἀγλάϊσμα.
Τῶν Τριῶν Παίδων. Ὁ αὐτός. Ἔδωκας σημείωσιν.
    Νόμων ἀντεχόμενοι, τῶν θεοσδότων πανόλβιοι, μιαραῖς οὐκ ἐχράνθητε, τροφαῖς ἀλλ’ ἀκήρατον, τῆς ψυχῆς τό κάλος, διασεσωκότες, διετηρήσατε σαφῶς, ἀδιαλώβητον καί ἀμάραντον, τό ἄνθος τό θαυμάσιον, καί τήν τερπνήν ὡραιότητα, τοῦ Δεσπότου δοξάζοντες, τούς Αὐτόν θεραπεύοντας.
Θείῳ πυρακτούμενοι, οἱ Νεανίαι πυρσεύματι, τοῦ πυρός κατεφρόνησαν, ἐν ᾧ δροσιζόμενοι, οἱ σεπτοί χορείαν, ἐκλελαμπρυσμένην, διατυπώσαντες ᾠδήν, τήν πολυΰμνητον ᾖδον ψάλλοντες· τήν ὄντως ἀδιάδοχον, καί ἀμετάπτωτον πάνσοφοι, Βασιλείαν ποθήσαντες, τήν οὐράνιον ἔνδοξοι.
    Λόγον τῆς σοφίας σου, καταπλαγέντες οἱ τύραννοι, Δανιήλ ἀξιάγαστε, καί Παίδων τήν σύνεσιν, τῆς Χαλδαίων χώρας, ἄρχειν καί δεσπόζειν, ὑμᾶς κατέστησαν σεπτοί· τήν ἀρεττήν γάρ οἶδε σαφέστατα, θαυμάζειν καί πολέμιος, καί πολιτείας λαμπρότητα· τῶν παθῶν γάρ κρατήσαντες, ἡγεμόνες γεγόνατε.
Ἕτερα, ὅμοια.
Σάκκῳ καθειργνύμενος, τὴν ἀρετὴν εἶχες σύνοικον, Δανιὴλ ἱερώτατε, Προφήτῃ τρεφόμενος, ὡς Προφήτης μάκαρ, καὶ τὰς τῶν λεόντων σαφῶς ἐπέδησας ὁρμάς, ὡς οἱ Τρεῖς Παῖδες κάμινον ἔσβεσαν, τὴν δρόσον τὴν οὐράνιον, παρὰ Θεοῦ εἰσδεξάμενοι, δι’ Ἀγγέλου τοῦ ἄνωθεν, ἐκπεμφθέντος οἱ ἔνδοξοι.
Προφήτης παμμέγιστος, ἀνηγορεύθης καὶ πάντιμος, Δανιὴλ παναοίδιμε, τὴν δόξαν τὴν ἄφραστον, ἀποφήνας ὄντως, τηλαυγῶς παμμάκαρ, ὡς τοῦ ἁγίου γεγονώς, Πνεύματος σκεῦος τὸ χρυσαυγέστατον, προβλέπεις τε τὰ μέλλοντα, καὶ προκηρύττεις τρανότατα, τῶν κρυφίων τὴν δήλωσιν, πρεσβευτὰ τῶν ὑμνούντων σε.
Δόξα. Ἦχος β΄. Ἀνατολίου.
Πνευματικῶς ἡμᾶς πιστοί, συνήγαγε σήμερον ὁ Προφήτης Δανιήλ· καί τράπεζαν προτίθησιν ἀρετῶν δαψιλῶς, πλουσίοις καί πένησι καί ξένοις καί αὐτόχθοσι· καί κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐσεβείας, καί εὐφραίνοντα καρδίας πιστῶν, καί Πνεύματος ἁγίου χάριν παρέχοντα. Οὗτος γάρ ὁ Προφήτης, ὁ φανότατος λύχνος, ὁ λάμψας ἐν τῷ κόσμῳ, τά σεβάσματα πάντα τῶν Ἀσσυρίων καθεῖλε, καί θηρῶν στόματα ἔφραξε. Σύν τούτῳ καί οἱ Τρεῖς Παῖδες εὐφημείσθωσαν, οὐ χρυσοῖ τῇ φύσει ὄντες, χρυσίου δέ δοκιμώτεροι δεικνύμενοι· οὐ γάρ ἐχώνευσεν αὐτούς τό πῦρ τῆς καμίνου, ἀλλ’ ἐφύλαξεν ἀκεραίους, οὕς νάφθα καί πίσσα καί κλιματίδες ἔστεψαν. Ὁ δέ ἀγαγών ἡμᾶς, εἰς τήν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθᾶσαι, καί ἐπί τήν κυρίαν καί σεβασμίαν ἡμέραν, τῶν Γενεθλίων Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμόν ἁμαρτιῶν, καί τέ μέγα ἔλεος.
Καί νῦν. Προεόρτιον. Ὁ αὐτός.
Δεῦτε ἅπαντες Χριστοῦ τά Γενέθλια, πιστῶς προεορτάσωμεν· καί νοητῶς τόν ὕμνον, ὡς ἀστέρα προβαλλόμενοι, μαγικάς δοξολογίας, μετά ποιμένων βοήσωμεν· ἦλθεν ἡ σωτηρία τῶν βροτῶν, ἐκ παρθενικῆς νηδύος, βροτούς ἀνακαλέσασθαι.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 2, 31-36, 44-45).
Εἶπε Δανιὴλ τῷ Ναβουχοδονόσορ· σῦ, βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία· μεγάλη ἡ εἰκὼν ἐκείνη καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερῆς, ἑστῶσα πρὸ προσώπου σου, ἡ ὅρασις αὐτῆς φοβερά. Εἰκὼν ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροί, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοί, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον. Ἐθεώρεις, ἕως ὅτου ἀπετμήθη λίθος ἀπὸ ὄρους ἄνευ χειρός καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. Τότε ἐλεπτύνθησαν εἰς ἅπαξ, τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ εὑρέθη ἐν αὐτοῖς. Καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτό ἐστι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥ τις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· καὶ λεπτυνεῖ καὶ ἐκλικμήσει πάσας τὰς βασιλείας· καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας, ὧν τρόπον εἶδες, ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. Ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.
Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 10, 1-3, 7-12, 16-19).
Ἐν ἔτει τρίτῳ Κύρου τοῦ βασιλέως Περσῶν, λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὐ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ· καὶ ἀληθινὸς ὁ λόγος καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγὼ Δανιὴλ ἧμιν πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. Καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν τῷ στόματί μου καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὁπτασίαν καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ εἶδον, ἀλλ’ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ᾿ αὐτούς καὶ ἔφυγον ἐν φόβῳ. Καὶ ἐγὼ ὑπελείφθην μόνος καὶ εἶδον τὴν ὁπτασίαν τὴν μεγάλην ταύτην καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με φωνὴν ῥημάτων αὐτοῦ ἧμιν κατανενυγμένος ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου καὶ ταρσοὺς χειρῶν μου. Καὶ εἶπε πρὸς μέ· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. Καὶ ἐν τῷ λαλήσαι αὐτὸν πρὸς μὲ τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος. Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὁπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί καὶ οὐκ ἔσχον ἰσχὺν καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλήσαι μετὰ τοῦ Κυρίου μου τούτου; Καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Καὶ προσέθετο καὶ ἤψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέ με καὶ εἶπέ μοι· μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ, ἴσχυσα καὶ εἶπα· λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με.
Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 7-23).
Ἔτους ὀκτωκαιδεκάτου ἐγένετο, ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. Τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς Ἰουδαίους τῷ βασιλεῖ Ναβουχοδονόσορ. Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. Σῦ, βασιλεῦ, ἔθηκας δόγμα πάντα ἄνθρωπον, ὃς ἂν ἀκούση τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Εἰσὶν οὖν ἄνδρες Ἰουδαῖοι, οὖς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, οἱ οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσι καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὗ προσκυνοῦσι. Τότε Ναβουχοδονόσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγῶ. Καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως. Καὶ ἀπεκρίθη Ναβουχοδονόσορ καὶ εἶπεν αὐτοῖς· εἰ ἀληθῶς, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγῶ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε; Νῦν οὖν ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Καὶ τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Ἀπεκρίθησαν Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγῶ λέγοντες τῷ βασιλεῖ Ναβουχοδονόσορ· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι· ἐστὶ γὰρ ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ὦ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. Καὶ ἐὰν μή, γνωστὸν ἔστω σοί, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγῶ καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκάῃ καὶ ἄνδρας ἰσχυροὺς ἰσχύϊ εἶπε πεδήσαντας τὸν Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγῶ ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυσε καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ. Καὶ οἱ τρεῖς οὗτοι, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγῶ, ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι. Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν καὶ εὐλογοῦντες τὸν Κύριον.
 
Εἰς τήν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Ἱερὰν πανήγυριν προφητικήν, σήμερον ἀδελφοὶ συγκροτήσωμεν, Δανιὴλ τὸν σοφώτατον, ἄνδρα ἐπιθυμιῶν ὄντα, καὶ τοὺς σύν αὐτῷ ἅμα Τρεῖς Παῖδας, ἐγκωμίων ἐπαινοῖς στέφοντες· οὗτοι γὰρ τὰς αὐγὰς τῆς τρισηλίου Θεότητος εἰσδεχόμενοι, τοὺς αὐτοὺς ἀνευφημοῦντας, εὐχαῖς αὐτῶν καταυγάζουσιν εὐφροσύνης καὶ ἀγαλλιάσεως, τὰς ψυχὰς αὐτῶν ἐμπιπλῶντες· δι’ ὃ βοήσωμεν· Φιλάνθρωπε Κύριε, ὁ δι’ αὐτῶν τὰ μέλλοντα ὡς παρόντα ὑποδείξας τοῖς ἀγαπῶσί σε, καὶ ἡμᾶς ἀξίωσον, τῆς τῶν μελλόντων ἀγαθῶν ἀπολαύσεως τυχεῖν, εὐχαῖς αὐτῶν διὰ τὸ μέγα Σου ἔλεος.
Ὁ αὐτός.
Προφήτης χρηματίσας τῶν θείων χρησμῶν, Δανιὴλ θεόληπτε, τὰ τῶν κρατούντων ἐνύπνια διέλυσας, καὶ τὴν ἐκ Παρθένου σάρκωσιν τοῦ Σωτῆρος προηγόρευσας, ὡς λίθον ἄνευ χειρὸς τμηθέντα, καὶ τὰ διεστῶτα συνάψαντα· ὅθεν προδήλων τῶν σῶν προῤῥήσεων, καθορῶντες τὸ πέρας, καὶ σὲ ἐν οὐρανοῖς ἐμφανέστερον κλεϊζόμενον, τῇ θεωρίᾳ τῶν προφητευθέντων, δυσωποῦμεν τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ἀνὴρ ἐπιθυμιῶν ὑπὸ Ἀγγέλου κληθείς, Δανιὴλ θεσπέσιε, νεφέλη καθάπερ μυστική, πρώϊμον ὄμβρον τῇ γῆ ἐπιστάξασα, τὸν οὐράνιον ἄρτον ὡς ὄψιμον ὑετόν, ἐν ὑστέροις χρόνοις τῷ κόσμῳ παραγενέσθαι προηγόρευσας, ἐν προσευχαῖς σχολάζων διηνεκῶς· ὅθεν οἱ φθονοῦντές σε, ἐν λάκκῳ λεόντων ἐνέβαλον, συννηστευτὰς δὲ τοὺς θήρας ἔσχες ἀοίδιμε· καὶ δι᾿ Ἀββακοὺμ παραδόξως τροφὴν λαβών, ἀβλαβὴς διετηρήθης, καὶ παρὰ πάντων δεδόξασαι. Διὸ τὴν φωσφόρον σου μνήμην γεραίρομεν, αἰτούμενοι τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Ἦχος δ΄.
Συνελθόντες οἱ πιστοί, ἐν εὐφροσύνῃ ψυχῆς, τὴν εὔσημον μνήμην, Δανιὴλ τοῦ Προφήτου τιμήσωμεν· οὗτος γὰρ ὁ πανένδοξος, τὰ σεβάσματα τῶν Ἀσσυρίων καθεῖλε, καὶ θηρῶν ἀτιθάσων τὰ στόματα ἔφραξε· δράκοντα δὲ διαβολῶν ἐνέκρωσε, καὶ Σωσάνναν σώφρονα συκοφαντουμένην διέσωσε· καὶ γνώστης τῶν κρυφίων παρὰ Θεοῦ γεγονώς, τρανῶς τὴν ἐκ Παρθένου σωτήριον σάρκωσιν προηγόρευσε· καὶ οἵα μύστης τῶν ἀῤῥήτων, καὶ θεηγόρος θεόπνευστος, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Δαυϊτικῶς σήμερον πιστοί, τὸν Προφήτην Κυρίου ὕμνοις τιμήσωμεν, Δανιὴλ τὸν σοφώτατον, τῶν χαρισμάτων ὄντα τοῦ Πνεύματος ἐμπλέων, παρ’ ὧν αὐγαζόμενος, τρανῶς τῶν κρατούντων, τὰ κεκρυμμένα ἐνύπνια ἐσαφήνισεν· ἀλλὰ καὶ ὡς Προφήτῃ ὄντι, Προφήτης αὐτῷ παρέστη, ἐν λάκκῳ καθειργμένῳ, μεταρσίως τροφὴν κομίζων. Τοῦτον οὖν σὺν τοῖς Τρισὶν Νεανίαις, τοῖς τὴν κάμινον τοῦ πυρὸς σβέσασι, πρέσβεις θερμοὺς προβάλλομεν, πρὸς τὸν Σωτῆρα Κύριον, τὸν ἀναμάρτητον.
Δόξα. Ἦχος πλ. β΄.
Ὄργανον τοῦ Πνεύματος ἀναδειχθείς, Δανιὴλ θεσπέσιε, τὰς τῶν μελλόντων γενήσεσθαι εἰκόνας, ὡς ἔσοπτρον διαφανέστατον, σοῖς ῥήμασι προηγόρευσας, Θεοῦ σὲ δοξάζοντος, καὶ τὰ μέλλοντα ὡς παρόντα ὑπέδειξας· τὰ τῆς φρικτῆς παρουσίας τοῦ Δεσπότου μυστήρια προϊδών, ἐνδελεχισμοῦ τε τὴν παῦσιν καὶ θυσιῶν, ἀναίμακτου δὲ θυσίας τὴν ἀνάδειξιν· ὅθεν ὡς κήρυκα καὶ Προφήτην, πάντων τῶν μυστηρίων σέβοντες, ἐκτελοῦμεν τὴν μνήμην σου, μετὰ τῶν συνόντων σοι Τριῶν Παίδων· πρεσβεύσατε οὖν πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Σιὼν πανηγύριζε, Ἱερουσαλὴμ εὐφραίνου, πόλις Χριστοῦ τοῦ Θεοῦ, ὑπόδεξαι τὸν Κτίστην, ἐν σπηλαίῳ καὶ φάτνῃ χωρούμενον· ἀνοί-ξατέ μοι πύλας, εἰσελθὼν ἐν αὐταῖς, ὄψομαι τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τὸν δρακὶ συνέχοντα τὴν κτίσιν, Ὅν ὑμνοῦσιν Ἄγγελοι ἀκαταπαύστῳ φωνῇ, Ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.
 
Εἰς τόν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Δανιήλ ὁ θαυμάσιος, τήν καρδίαν κτησάμενος, καθαρόν τοῦ Πνεύματος καταγώγιον, καί παρ’ Αὐτοῦ φωτιζόμενος, μελόντων τήν δήλωσιν, προθεσπίζει προφανῶς, προφητείας λαμπρότητι, καλλυνόμενος, καί τρανῶς σαφηνίζων τῶν κρατούντων, παρανόμων βασιλέων, τά κεκρυμμένα ἐνύπνια.
Στ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Προστομώσας τό σῶμα σου, τῇ νηστείᾳ ἀδάμαστον, τῶν λεόντων στόμασιν ἀπετέλεσας· μέσον γάρ τούτων ἱστάμενος, Προφῆτα θεσπέσιε, καί Θεῷ τῷ ἀγαθῷ, ἀτενίζων διέμεινας, ἀπαράτρωτος, ἀποῤῥήτῳ δυνάμει τοῦ τά πάντα, ἐνεργοῦντος παραδόξως, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἐπί θρόνου καθήμενον, καί Ἀγγέλοις κυκλούμενον, τόν ὑπέρ κατάληψιν ἐθεώρησας, Κριτήν ὑπάρχοντα δίκαιον, Προφῆτα θαυμάσιε· ἐκπλαγείς δέ τό φρικτόν, τῆς ἐμφόβου ὁράσεως, διεσήμανας, τοῖς μετέπειτα πᾶσιν ὑπογράψας, τήν Δευτέραν Παρουσίαν, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν.
Δόξα. Τῶν Τριῶν Παίδων. Ἦχος πλ. β΄.
Ἐν ψυχῇ συντετριμμένῃ, καί πνεύματι ταπεινώσεως, ἐν μέσῳ τῆς καμίνου τοῦ πυρός, τόν παγκόσμιον ὕμνον ἐμελωδήσατε, Παῖδες τρισόλβιοι· καί τῆς φωνῆς ὑμῶν εἰσήκουσεν, ὁ ὤν ἐγγύς Κύριος, τοῖς συντετριμμένοις τήν καρδίαν, καί τούς ταπεινούς τῷ πνεύματι σώζων· καί διατηρήσας ἀσινεῖς, προσεδέξατο ὑμᾶς, ὡς θυσίαν καθαράν· δι’ ὅ ἀπόγονοι τοῦ Ἀβραάμ τυγχάνοντες, παῖδες Θεοῦ γενέσθαι ἠξιώθητε. Παῤῥησίαν οὖν ἔχοντες πρός Αὐτόν, ἐκτενῶς πρεσβεύσατε, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Τοῦ Προφήτου. Ὁ αὐτός.
Δανιήλ ἀνήρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρός τμηθέντα, θεωρήσας Σε Κύριε, βρέφος ἄνευ σπορᾶς τεχθῆναι προηγόρευσαι, Σέ τόν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τόν ἀναλλοίωτον Θεόν, καί Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. ῏Ηχος β΄.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! Ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι Τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ Σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένῃ, καὶ παρθενίᾳ φυλαττομένῃ, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Ἀπόλυσις.
 
ΟΡΘΡΟΣ
Μετά τήν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τόν τάφον Σου, Σωτήρ.
Ὁ θεῖος Δανιήλ, Προφητῶν ἡ ἀκρότης, διόπτρα μυστική, ἐκ Θεοῦ ἀνεφάνη, καὶ πᾶσαν τὴν σάρκωσιν, τοῦ Σωτῆρος προήγγειλεν· ἧν νῦν βλέποντες, τοῦτον ἀξίως τιμῶμεν, σὺν θεόφροσι, Παισὶ Τρισὶν ἐν αἰνέσει, Χριστὸν μεγαλύνοντες.
Δόξα. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Τὸν Προφήτην Κυρίου ὕμνοις τιμήσωμεν, τὸν ἐν νόμῳ τὴν χάριν προαγορεύσαντα, Δανιὴλ τὸν θαυμαστόν, καὶ τοὺς θεόφρονας, Τρεῖς Νεανίας σὺν αὐτῷ, τοὺς ἐν καμίνῳ τοῦ πυρός, ἀφλέκτους διασωθέντας· πρεσβεύουσι γὰρ τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει εὐφημούντων αὐτούς.
Καί νῦν. Προεόρτιον. Ὅμοιον.
Βηθλεὲμ ἑτοιμάζου τὰ πρὸς ὑπάντησιν, τῆς Παρθένου Μαρίας καὶ Θεομήτορος· ἰδοὺ γὰρ ἔρχεται πρὸς σέ, ἔμβρυον φέρουσα, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ἀεί, Υἱὸν Ὅν ἐν τῷ σπηλαίῳ, γεννήσει καὶ μετὰ τόκον, πάλιν Παρθένος ὀφθήσεται.
 
Μετά τήν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Προφήτα θεόσοφε, καὶ ἱερὲ Δανιήλ, τὴν χάριν τοῦ Πνεύματος, ἀναλαβὼν δαψιλῶς, ἐνύπνια ἔλυσας· στόματα δὲ λεόντων, ἔφραξας ἐν τῷ λάκκῳ· σάρκωσιν Θεοῦ Λόγου, ἀριδήλως προέφης. Αὐτὸν οὖν ἱκέτευε ἐλεηθῆναι ἡμᾶς.
Δόξα. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Δανιὴλ σὲ τὸν σοφὸν, καὶ ἄνδρα ἐπιθυμιῶν, καὶ τοὺς Παῖδας νῦν τοὺς Τρεῖς, ἀνευφημοῦμεν οἱ πιστοί· μανίαν γὰρ οὐκ ἐπτήξατε τῶν κρατούντων, Θεὸν ἀληθινὸν, λαμπρῶς κηρύττοντες· λεόντων τὰς ὁρμὰς, ἐπεδήσατε, καὶ καιομένην ἐσβέσατε κάμινον, τῇ πίστει ἐνδυναμουμένοι. Ὅθεν βοῶμεν· μνείαν ποιεῖτε, τῶν ὑμᾶς εὐφημούντων.
Καὶ νῦν. Προεόρτιον ὅμοιον.
Ὁ ἔχων θρόνον οὐρανὸν, καὶ ὑποπόδιον τὴν γῆν, ἐσαρκώθη δι᾿ ἡμᾶς, ὁ προαιώνιος Θεός, καὶ ἐτέχθη παραδόξως ἐκ τῆς Παρθένου· σπήλαιον Αὐτοῦ οἶκος ἐγένετο, φάτνη πενιχρὴ ἀνακλίνεται· διὰ τοῦτο καὶ ἐξ ὕψους αἰνοῦσι, μεγαλοφώνως Αὐτὸν οἱ Ἄγγελοι· Θεῷ ἡ δόξα, ἐν τοῖς ὑψίστοις, ἐπὶ γῆς δὲ εἰρήνη.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τοὺς τὴν θείαν μνήμην σου, ἐπιτελοῦντας, Δανιὴλ πανεύφημε, καὶ ἄνερ ἐπιθυμιῶν, σκέπασον πάντας καὶ φύλαττε, ταῖς πρὸς τὸν Κτίστην, θερμαῖς ἱκεσίαις σου.
Δόξα. Ὅμοιον.
Παῖδες οἱ τρισάριθμοι, Ἀβραμιαῖοι, Ἀνάνια πάνσοφε, σὺν Ἀζαρία Μισαήλ, ἡμᾶς φρουρήσατε μέλποντας, τὴν σεβασμίαν, ὑμῶν νῦν πανήγυριν.
Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Βηθλεὲμ εὐτρέπισον, σπήλαιον θεῖον, ἡ Παρθένος ᾔκει γάρ, Χριστὸν μολοῦσα τοῦ τεκεῖν, καὶ Μάγοι δῶρα προσφέροντες, μετὰ Ποιμένων, Αὐτὸν προσκυνήσουσιν.
 
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Σὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Μᾶρκον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ Προφήτου, ἑστὼς ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὅρη· ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτῳ εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἄραι τὶ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ εἰς τὸν ἀγρὸν ὧν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἄραι τὸ ἱμάτιον αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὖς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας. Καὶ τότε ἐὰν τὶς ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανάν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα.
Ὁ Ν΄ (50) Ψαλμὸς.
Δόξα. Ταῖς τῶν Προφητῶν Σου…  
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου… 
Ἰδιόμελον. Ἦχος β´. Στ. Ἐλέησόν με, ὁ Θεός...
Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου, καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε, τῆς Νέας Διαθήκης Χριστοῦ· καὶ μεταστάντες πρὸς οὐρανόν, Αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
 
Οἱ Κανόνες· τῆς Θεοτόκου, τοῦ Προφήτου Δανιήλ καὶ τῶν ἁγίων Τριῶν Παίδων.
Τοῦ Προφήτου Δανιήλ, οὗ ἡ ἀκροστιχίς· Σοφόν Δανιήλ ᾄσμασι περιστέφω. Θεοφάνους.
ᾨδή α΄. Ἦχος πλ. δ΄. ᾎσμα ἀναπέμψωμεν λαοί.
Σῶτερ εὐεργέτα τοῦ παντός, τῶν ἀγαθῶν ὁ αἴτιος, τῇ φωτοφόρῳ Σου, τήν ἔννοιάν μου αἴγλῃ, φωτίζοις Φιλάνθρωπε, ὅπως τοῦ Σοῦ Προφήτου, εὐφημήσω τήν ἔνδοξον μνήμην.
Ὄρθρος ὡς ἀνέτειλας σοφέ, τῆς σωφροσύνης σώφρονα, προκινδυνεύουσαν Σωσάναν διέσωσας· Θεός γάρ σε ἤγειρε, γνώστης ὁ τῶν κρυφίων, πρεσβυτέρους δεινούς κατακρῖναι.
Φόβῳ στοιχειούμενοι Θεοῦ, οἱ Ἀβραάμ ἀπόγοινοι, τροφήν παράνομον, ἀπώσαντο γενναίως, καί θείῳ τρεφόμενοι, πόθῳ τῆς εὐσεβείας, πρός μεγίστην ἐπήρθησαν δόξαν.
Θεοτοκίον.
Ὄρος ἐθεώρεις νοητόν, Δανιήλ ἱερώτατε, τήν μόνην Ἄχραντον, Ἀειπάρθενον Κόρην, ἐξ Ἧς περ ἐκτέτμηται, λίθος ὁ ἀκρογωνιαῖος, καί τήν πλάνην συνέτριψε πᾶσαν.
 
Τῶν Τριῶν Παίδων, οὗ ἡ ἀκριστιχίς· Τρεῖς Παῖδας ὑμνῶ Δανιήλ τε τόν μέγαν. Θεοφάνους.
ᾨδή α΄. Ἦχος ὁ αὐτός. Ὑγράν διοδεύσας.
Τόν ἄναρχον Λόγον τόν ἐκ Πατρός, πρό πάντων αἰώνων, γεννηθέντα θεοπρεπῶς, τόν ἐν τῇ καμίνῳ Νεανίας, συμβολικῶς ὁραθέντα δοξάσωμεν.
Ῥημάτων τυῤῥάνου τοῦ δυσεβοῦς, οἱ εὐγενεῖς Παῖδες, καταπτύσαντες καρτερῶς, τροφαῖς πανανόμων μή χρανθῆναι, χαλδαϊκῶς οὐ κατηξίωσαν.
Ἐτρέφεσθε λόγῳ μέν ψυχικῶς, τροφαῖς αὐτομάτοις, κεχρημένοι δέ σαρκικῶς, τῶν ἁβροδιαίτων τάς ἰδέας, τῷ βασιλεῖ ὡραιότεροι δείκνυσθε.
Θεοτοκίον.
Ἰόν τόν τοῦ ὄφεως ἀκοαῖς, πικρῶς ἐμπαρέντας, ταῖς τῆς Εὔας ἡ ἐκ Δαβίδ, βλαστήσασα Κόρη θεραπεύει, τόν Λυτρωτήν κυοφορήσασα.
 
ᾨδή γ΄. Τοῦ Προφήτου. Σύ εἰ τό στεῥέωμα.
Νόσησιν καί σύνεσιν, παρά Θεοῦ λαβών ἔλυσας, φωτοφανῶς, τά ἐσκιασμένα τῶν κρατούντων ἐνύπνια.
Δράκοντα ἐνέκρωσας, διὰ τροφῆς βαλὼν ἔνδοξε, τὸν αἰσθητόν· τοὺς πρὶν ἀοράτους, ἐτροπώσω γὰρ δαίμονας.
Χαίροις παμμακάριστε, Θεοῦ Προφῆτα θεσπέσιε, ὦ Δανιήλ· σὺ γὰρ τοῦ Δεσπότου, παρουσίαν προήγγειλας.
Θεοτοκίον.
Αἴγλῃ φωτιζόμενος, τό ἐμφανές ὁρᾷς ἔνδοξε, ὄρος Θεοῦ, τήν Εὐλογημένην, βροτῶν τό ἐγκαλλώπισμα.
 
Τῶν Τριῶν Παίδων. Ὁ αὐτός.
Σύνεσιν κτησάμενοι, τήν θεοδίδακτον Δέσποτα, Παῖδες Δαυΐδ, νόμους τούς πατρώους, θεοφρόνως ἐτήρησαν.
Πῦρ οὐ κετεφλόγισε, τά καθαρώτατα σώματα, τῶν εὐσεβῶν· διά γάρ νηστείας, ψυχοτρόφου ἠρδεύοντο.
Αἶνον τόν παγκόσμιον, καί πολυΰμνητον ᾄδουσι, Παῖδες οἱ Τρεῖς, μέσον τῆς καμίνου, θαυμαστῶς δροσιζόμενοι.
Θεοτοκίον.
Ἵνα τόκον Δέσποινα, ἐκ παρθενεύοντος σώματος, δείξῃς ἡμῖν, σώζεις ἐν καμίνῳ, παρθενεύοντα σώματα.
 
Κοντάκιον τῶν Τριῶν Παίδων. ῏Ηχος πλ. β΄. Αὐτόμελον.
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ᾿ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος.
Ἔκτεινόν Σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες καὶ Ἑβραῖοι πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς καὶ καταπίῃ ἡμᾶς θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ σατὰν ὁ μισῶν ἡμᾶς· ἀλλ᾿ ἔγγισον ἡμῖν καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων Σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων Σε καὶ βληθέντων ὑπὲρ Σοῦ εἰς τὴν κάμινον καὶ ἐκ ταύτης κραυγαζόντων Σοι· τάχυνον ὁ Οἰκτίρμων καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
 
Κάθισμα τοῦ Προφήτου Δανιήλ. ῏Ηχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Προφητείας τὴν χάριν πεπλουτηκώς, τῆς Παρθένου τὸν τόκον σκιαγραφεῖς, καὶ λύεις ὀνείρατα, τῶν κρατούντων σαφέστατα· ἐμβληθεὶς δὲ λάκκῳ ὡς Μάρτυς ἐδίδαξας, παραδόξως μάκαρ, νηστεύειν τοὺς λέοντας· ὅθεν καταστρέψας, τῶν ἀθέων τὸ σέβας, τὸν δράκοντα ἔκτεινας, ἀριστεύσας λαμπρότατα, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τῶν Τριῶν Παίδων.
Τῆς Τριάδος εἰκόνα προφητικῶς, ἐξ ἀΰλων χρωμάτων ἐν τῇ φλογί, Τρεῖς Νέοι διέγραψαν, τῷ καλάμῳ τῆς πίστεως· καὶ τὴν τοῦ Λόγου ἄκραν, εἰς γῆν συγκατάβασιν, μυστικῶς κατεῖδον, καὶ πᾶσιν ἐκήρυξαν· ὅθεν καὶ τὴν δρόσον, οὐρανόθεν λαβόντες, τοῦ Πνεύματος βρύουσι, τοῖς πιστοῖς τὰ χαρίσματα. Διὰ τοῦτο βοήσωμεν· δώρησαι Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις Σου, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην αὐτῶν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε· χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
 
ᾨδὴ δ΄. Τοῦ Προφήτου. Ἐξ ὅρους κατασκίου.
Νόμον εὐσεβῶς, φυλάξας ὦ Προφῆτα, τῆς ὄντως σοφίας, ἔγνως τὸν Δοτῆρα, τὰ μυστικά σε διδάσκοντα καὶ βαθέα, καὶ τὰ ἐν σκότει σε φωτίζοντα.
Ἱερὰν ζωήν, βιώσας θεοφάντορ, ἐπιθυμιῶν ἀνὴρ προσηγορεύθης· ἀρρενωπῶς γὰρ τὰ πάθη καταπατήσας, πρὸς τὴν ἀγήρω μετετέθης ζωήν.
Ἡ ἐνοικοῦσα ἐν σοί, τοῦ Παρακλήτου χάρις, Δανιήλ σε δεικνύει ὅλον φωτοφόρον, καὶ νικητὴν τῶν τυράννων καὶ βασιλέων, καὶ τῆς σοφίας καταγώγιον.
Θεοτοκίον.
Λίθον Σε χειρός, τμηθέντα ἄνευ Λόγε, ὄρους προορᾷ, Παρθένου Θεοτόκου, Δανιὴλ ὁ Προφήτης ἀνακραυγάζων, καὶ ἀνυμνῶν Σου τὴν θεότητα.
 
Τῶν Τριῶν Παίδων. Εἰσακήκοα Κύριε.
Δανιὴλ ὁ σοφώτατος, ἐνθεαστικῶς τὸν νοῦν φωτιζόμενος, τὰ ἐνύπνια διέλυσε, τῶν αὐτοκρατόρων θείᾳ χάριτι.
Ἀπαστράπτει τοῖς θαύμασιν, ἡ ἐν τῇ καμίνῳ τῶν Παίδων ἄθλησις· τὸν γὰρ τύραννον ἐζώγρησαν, πρὸς ἐπίγνωσίν Σου Παντοδύναμε.
Συμφωνίας τὰ ὄργανα, καὶ τῆς μουσικῆς μέλη παναρμόνια, τοὺς γενναίους οὐ κατέθελξαν, καὶ χρυσῇ εἰκόνι οὐχ ὑπέκυψαν.
Θεοτοκίον.
Ὑμνῳδίαις Πανύμνητε, οἱ ἐν Βαβυλῶνι Παῖδες γεραίρουσι, τὸν Υἱόν Σου τὸν Ὑπέρθεον, Ὅν ἐν τῇ καμίνῳ ἐπεγίνωσκον.
 
ᾨδὴ ε΄. Τοῦ Προφήτου. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
Ἀθλητικοὺς ἀγῶνας, τῆς προφητείας φαιδρύνας κηρύγματι, λάμπεις δι’ ἀμφοτέρων, θείας ἐπιπνοίας ἀνάπλεως.
Σοφὸς ἐδείχθης μάκαρ, ταῖς ὑπὲρ νοῦν τῆς σοφίας ἐλλάμψεσι, μέγιστε θεορρῆμον, Δανιὴλ καὶ πάντας ἐφώτισας.
Ὡς συνετὸς τρισμάκαρ, τοῦ βασιλέως ἐνύπνια ἄδηλα, μόνος διερμηνεύσω, Δανιὴλ καὶ τοῦτον ἐξέπληξας.
Θεοτοκίον.
Μυσταγωγεῖ τοὺς τύπους, τῆς ἀπορρήτου σαρκώσεως Ἄχραντε, τῆς ἐκ Σοῦ τοῦ Ὑψίστου, Δανιὴλ ὁ Προφήτης ὁ ἔνδοξος.
 
Τῶν Τριῶν Παίδων. Ἵνα τί με ἀπώσω.
Μυηθέντες τὸν νόμον, Σῶτερ οὐκ ἠρνήσαντο οἱ Σοὶ θεράποντες, Δανιὴλ ὁ μέγας, σὺν Τρισὶ Νεανίαις θεόφροσιν· ἀλλ᾿ ἰσχὺν λαβόντες, τὴν παρὰ Σοῦ τοῦ Εὐεργέτου, τοὺς τυράννους ἀνδρείως ἐτρέψαντο.
Νοερῶς ἐμυεῖτο, Δανιὴλ Φιλάνθρωπε, τὰ Σὰ μυστήρια· ἐπὶ γὰρ νεφέλης, ὡς υἱόν Σε ἀνθρώπου ἐρχόμενον, τῶν ἐθνῶν ἁπάντων, οἷα Κριτὴν καὶ Βασιλέα, ἐθεώρει νοὸς καθαρότητι.
Ὡραιώθη ὦ Παῖδες, ὑπὲρ λίθον σάπφειρον ὑμῶν τὰ σώματα· ὡς αὐγὴ χρυσίου, εὐσεβείας τῷ ζήλῳ πυρσεύετε, ἐμπεριπατοῦντες, χαρμονικῶς ἐν τῇ καμίνῳ, καὶ κροτοῦντες χορείαν τρισάριθμον.
Θεοτοκίον.
Δανιήλ Σε Παρθένε, ὄρος προδιέγραφε σαφῶς ὁ ἔνθεος· οἱ τριττοὶ δὲ Παῖδες, καθορῶντες τὴν φλόγα δροσίζουσαν, τὸν Σὸν θεῖον τόκον, μελῳδικῶς ἀνευφημοῦσιν, ὡς Σωτῆρα καὶ Κτίστην καὶ Κύριον.
 
ᾨδὴ στ΄. Τοῦ Προφήτου. Ὡς τὸν Προφήτην ἐρρύσω.
Ἀγγελικὰς σὺ χορείας, ἐν φωτὶ λαμπροτάτῳ θεώμενος, μιμητὴς πανάριστος, τούτων ἐχρημάτισας, τοῦ Παντάνακτος, ἐντρυφῶν ἐλλάμψεσι.
Σωτηριώδη τοῦ Λόγου, παρουσίαν μηνύων προήγγειλας, καὶ ναοῦ καθαίρεσιν, Νόμου τε τὴν πλήρωσιν, καὶ τῆς χάριτος, ὑπὲρ νοῦν δωρήματα.
Θεοτοκίον.
Ἰδοὺ Παρθένος ἐν μήτρᾳ, ἐμφανῶς συλλαμβάνει Χριστὸν τὸν Θεόν· ἧς περ τὴν προτύπωσιν, ἐλλαμφθεὶς τῷ Πνεύματι, προεώρακε Δανιὴλ ὁ ἔνδοξος.
 
Τῶν Τριῶν Παίδων. Ἄβυσσος ἁμαρτιῶν.
Ἄρξαντες τῶν ψυχικῶν, παθημάτων τῇ δυνάμει τοῦ Λόγου, χώρας ἐθνῶν Χαλδαίων, ἡγεμόνες γεγόνατε· οἶδε γὰρ ἡ ἀρετή, γέρα χαρίζεσθαι κεκτημένοις, ὦ τοῦ Δαυὶδ σοφοὶ ἀπόγονοι.
Νέκρωσιν ὁ Δανιήλ, ζωηφόρον ἐνδυσάμενος πάλαι, τὸν ὡς θεὸν Χαλδαίοις, δυσσεβῶς νομιζόμενον, ἀναιρεῖ διὰ τροφῆς, δράκοντα κάκιστον Ἱερεῖς τε, τοὺς δυσμενεῖς σοφῶς ἀπέκτεινε.
Θεοτοκίον.
Ἵλεών μοι τὸν Κριτήν, ὡς Υἱόν Σου Θεοτόκε Παρθένε, ταῖς Σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς Κρίσεως, Λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ δυσώπησον· Σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.
 
Κοντάκιον τοῦ Προφήτου Δανιήλ. ῏Ηχος γ΄. ῾Η Παρθένος σήμερον.
Καθαρθεῖσα Πνεύματι ἡ καθαρά σου καρδία, προφητείας γέγονε φαεινοτάτης δοχεῖον· βλέπεις γάρ, ὡς ἐνεστῶτα τὰ μακρὰν ὄντα· λέοντας ἀποφιμοῖς δὲ βληθεὶς ἐν λάκκῳ· διὰ τοῦτό σε τιμῶμεν, Προφῆτα μάκαρ Δανιὴλ ἔνδοξε.
Ὁ Οἶκος.
Ἰησοῦν Χριστόν, τὸν ἀληθῆ Θεὸν ἡμῶν, Οὗ τὴν θείαν ἔλευσιν τρανῶς προηγόρευσας, δυσώπει ἀπαύστως, τοὺς ἐν εὐφροσύνῃ τὴν θείαν ταύτην τελοῦντας μνήμην σου καὶ πίστει τιμῶντάς σε, πειρατηρίων παντοίων ῥύσασθαι καὶ ἁμαρτιῶν καὶ περιστάσεων, ὡς παῤῥησίαν θεόφρον ἔχων καὶ ἐν ἀνοίξει τῶν ἐμῶν δίδου χειλέων, σὲ ὑμνεῖν ἀκατάγνωστον λόγον, καὶ μηδόλως βδελύξει, Προφῆτα μάκαρ, Δανιὴλ ἔνδοξε.
 
Συναξάριον.
Τῇ ΙΖ´ τοῦ αὐτοῦ μηνὸς, μνήμη τῶν ἁγίων Τριῶν Παίδων καὶ Δανιὴλ τοῦ Προφήτου.
Στίχοι·
Ὕπαρ, Θεέ, βλέπει Σε νῦν ἐπί θρόνου,
τμηθείς Δανιήλ, οὐκ ὄναρ, καθώς πάλαι.
Εἰ μή θανεῖν τρεῖς Παῖδες ἤρων ἐκτόπως,
ὡς τοῦ πυρός πρίν ἦρχον ἄν καί τοῦ ξιφους.
Ἑβδομάτῃ δεκάτῃ Δανιήλ τάμον, ὅς βλέπει μέλλον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ΄. Τοῦ Προφήτου. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Νόμῳ Προφῆτα πεφραγμένος, οὐκ ἠνέσχου τοῦ χρανθῆναι παρανόμως· ἀλλ᾿ ἐνθέως τὸν νοῦν, λαμπόμενος ἐβόας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Πάντας ἐκπλήττει σου τὸ θαῦμα· ὡς Προφήτῃ γὰρ Προφήτης σοι παρέστη, μεταρσίως τροφήν, κομίζων σοι καὶ μέλπων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἔνδον τοῦ λάκκου καθειργμένος, καὶ τοῖς λέουσι πρὸς βρῶσιν τεθειμένος, διεσώθης Θεοῦ, σκεπάσαντός σε μάκαρ, εὐλογητὸς εἶ μέλποντα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥεῖθρα ἀφθόνως ἀναβλύζεις, ἰαμάτων ὦ Παρθένε Θεοτόκε· Δανιὴλ γὰρ τρανῶς, ἑώρακέ Σε ὄρος, ἐξ οὗ Σωτὴρ ἀνέτειλεν, ὁ Θεὸς εἰς αἰῶνας.
 
Τῶν Τριῶν Παίδων. Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι.
Ἦχος θεοφιλὴς ἐμελῳδεῖτο, ἐκ μέσου πυρὸς τῷ Παντοκράτορι· Ἀζαρίας γὰρ θεῖον χορὸν συστησάμενος, τὴν ᾠδὴν σὺν τούτοις ἀνέμελπεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Λύρα Νεανιῶν ἐθεολόγει, τὸν πάντων Θεὸν καὶ Παντοκράτορα, τὸν αὐτοῖς ἐν καμίνῳ, τρανῶς ὀπτανόμενον, καὶ ᾠδὴν ἀνέμελπον λέγοντες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τρεῖς τοὺς ἐν τῇ καμίνῳ βεβλημένους, εἰδὼς ὁ κρατῶν ὡς ἐθεάσατο, τοῦ τετάρτου τὴν θέαν, Υἱὸν προηγόρευσε, τοῦ Θεοῦ, καὶ πᾶσιν ἐτράνωσεν, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Θεοτοκίον.
Ἔχων λελαμπρυσμένον θείᾳ αἴγλῃ, τὸν νοῦν Δανιὴλ θεομακάριστε, τῆς Παρθένου τὸν τόκον, σαφῶς προτεθέασαι, μυστικαῖς εἰκόσι μορφούμενον, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
 
ᾨδὴ η΄. Τοῦ Προφήτου. Οἱ θεορρήμονες Παῖδες.
Ἱεροφάντωρ ἐδείχθης ὦ Προφῆτα, καὶ πρακτικῇ θεωρίᾳ τοῖς Ἀσωμάτοις συνέψαλλες· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σὲ παμμακάριστε πάντες εὐφημοῦμεν, καὶ τῇ σεπτῇ πανηγύρει, σοῦ γεγηθότες κραυγάζομεν· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Τὴν ὑπερθαύμαστον Κόρην θεηγόρε, τυπικοῖς ἐν συμβόλοις, κατανοήσας ἐκραύγαζες· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
 
Τῶν Τριῶν Παίδων. Ἑπταπλασίως κάμινον.
Τὴν Ἀβραὰμ εὐγένειαν, διασῴζειν σπουδάζοντες, τὴν οἰκειοτάτην, πρὸς αὐτὸν ἐκτήσασθε, κρηπῖδα τῆς πίστεως, καὶ τῆς ἐλπίδος Ὅσιοι, καὶ ὑπομονὴν καὶ πειρασμῶν καρτερίαν, βοῶντες ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οἱ ὡς φωστῆρες λάμποντες, καὶ τὴν γῆν οὐρανώσαντες, καὶ τῆς εὐσεβείας φωτισμῷ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν ᾄδουσι, Σοὶ τῷ εὐεργέτῃ, καὶ Δεσπότῃ τῶν ὅλων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεανικῶς οἱ σβέσαντες, ἐπηρμένην τὴν κάμινον, καὶ τὰς τῶν λεόντων ἀκωκὰς πεδήσαντες, Δαυὶδ οἱ ἀπόγονοι, νῦν γεγηθότες ψάλλουσι· τὸν ἐκ πειρασμῶν, ἐκσεσωκότα Δεσπότην, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Μυσταγωγεῖται Πάναγνε, Δανιὴλ ὁ σοφώτατος, καὶ προζωγραφοῦσι Παῖδες Τρεῖς τὴν γέννησιν, τὴν Σὴν οἱ θεόφρονες, διὰ συμβόλων βλέποντες, τὸν ἐκ τῆς γαστρός Σου, προελθόντα ἀφράστως· Ὅν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
 
ᾨδὴ θ΄. Τοῦ Προφήτου. Κυρίως Θεοτόκον.
Ἐδρέψω σου τῶν πόνων, τὰς ἐπικαρπίας, ἐν οὐρανοῖς σὺν Προφήταις χορεύων ἀεί, περὶ τὸν ὕψιστον θρόνον, τοῦ Παντοκράτορος.
Φωτὶ τῷ τρισηλίῳ, νῦν στεφανηφόρος, τῶν ἐφετῶν ἀκροτάτῳ παρίστασαι, ταῖς Ἀσωμάτων χορείαις συναγαλλόμενος.
Συνήφθης ταῖς χορείαις, Προφητῶν Δικαίων, τῶν πρὸ νόμου καὶ ἐν νόμῳ καὶ χάριτι, ὦ Δανιὴλ ὡς Προφήτης πανάριστος.
Θεοτοκίον.
Ὡραῖόν σου τὸ κάλλος, οὗ νῦν ἀπολαύεις· τὴν γὰρ Πανύμνητον Κόρην Προφῆτα σοφέ, διὰ συμβόλων μηνύειν πᾶσιν ἠξίωσαι.
 
Τῶν Τριῶν Παίδων. Ὁ αὐτός.
Ἐφθάσατε τὸ τέλος, τὸ πεποθημένον, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρέστητε, ἐν οὐρανίοις θαλάμοις, Παῖδες πανόλβιοι.
Γηθόμενοι τὸ δράγμα, τῆς μετὰ δακρύων, καλῆς ὑμῶν γεωργίας κομίζεσθε, τῆς ἀφθαρσίας τὸν στάχυν καρποφορήσαντες.
Ἀνέτειλε λαμπρότης, νῦν ὑμῖν ἀξίως, καὶ εὐφροσύνη καρδίας ἐξήνθησεν· ἔνθεν ἀπέδρα γὰρ λύπη κατεσκηνώσατε.
Θεοτοκίον.
Νομὴν τὴν τοῦ θανάτου, ἔστησας Παρθένε, τὸν Ζωοδότην τεκοῦσα καὶ Κύριον, ζωοποιοῦντα τοὺς πίστει Σὲ μεγαλύνοντας.
 
Ἐξαποστειλάρια.
Τοῦ Προφήτου. Ἦχος γ΄. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Ἀνὴρ τῶν ἐπιθυμιῶν, ἐχρημάτισας ὄντως· τοῦ Λόγου γὰρ τὴν σάρκωσιν, προκατήγγειλας πρῶτος, τοὺς θήρας καθυπέταξας, καὶ τὴν πλάνην ἔπαυσας, τῆς Βαβυλῶνος καὶ πᾶσαν, τῶν δαιμόνων τὴν ὀφρύν, κατηδάφισας, Χριστοῦ τῇ συμμαχίᾳ Προφῆτα.
Ἕτερον τῶν Τριῶν Παίδων. Ὅμοιον. 
Τὸν τόκον τὸν ἀπόῤῥητον, τῆς Παναγνοῦ Παρθένου, τυποῦντες οἱ τρισάριθμοι, τῆς Ἁγίας Τριάδος, τὴν φλόγα κατεπάτησαν, τοῦ πυρὸς δροσούμενοι, Ἀγγέλου συγκαταβάσει, ὁ κλεινὸς Ἀνανίας, Ἀζαρίας, Μισαήλ· οὗς πίστει ἀνευφημοῦμεν.
Ἕτερον κοινόν τῶν Ἁγίων. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὁ ἐν Προφήταις μέγιστος, Δανιὴλ νῦν τιμάσθω· Χριστὸν γὰρ τὸν Θεὸν ἡμῶν, εἶδε λίθον τμηθέντα, ἄνευ χειρῶν ἀπὸ ὄρους, τῆς ἁγνῆς Θεοτόκου· σὺν τούτῳ εὐφημείσθωσαν, καὶ οἱ τρεῖς Παῖδες οὕς περ, σῴζει πυρός, ἀβλαβεῖς καμίνου τύπος Παρθένου, ὁ θεῖος καὶ ἀπόρρητος, δι᾿ οὗ σέσωσται κόσμος.
Θεοτοκίον. Ὅμοιον.
Μυσταγωγεῖται Πάναγνε, διὰ Πνεύματος θείου, Δανιὴλ ὁ σοφώτατος· καὶ προγράφουσι πίστει, Ἀβραμιαῖοι Τρεῖς Παῖδες, Σοῦ τὸν ἄσπορον τόκον· ὁ ὢν γὰρ τῇ Θεότητι, ἀπερίγραπτος Λόγος, ἐκ Σοῦ σαρκί, θέλων περιγράφεται Θεοτόκε, ἐν Βηθλεὲμ τικτόμενος, εἰς βροτῶν σωτηρίαν.
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους στ΄ καί ψάλλομεν Στιχηρά, Προσόμοια. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος! Πνεύματος θείου πλησθείς, ἐκ παιδὸς ὁ θαυμάσιος, Δανιὴλ διήλεγξε, τοὺς πρεσβύτας καὶ ἔσωσεν, ἀδίκου δίκης, Σωσάνναν σώφρονα, κρίσει δικαίᾳ καὶ ἐπανέστρεψε, πόνον ὡς γέγραπται, ἀδικίας δόλον τε, τὸν ἑαυτοῦ, σφῶν ταῖς κάραις ἄριστα, καὶ ἐνδικώτατα.
Ὢ τοῦ παραδόξου θαύματος! Τῇ τῶν σπερμάτων τροφῇ, Ἀβραὰμ οἱ ἀπόγονοι, Δανιὴλ ὁ ἔνδοξος, καὶ Τρεῖς Παῖδες τρισόλβιοι, ἁβροδιαίτων σαφῶς ἐδείχθησαν, Βαβυλωνίων πάντων λαμπρότεροι, ὄντες αἰχμάλωτοι, δόξῃ τιμιώτεροι τῶν δεσποτῶν, καὶ σεβασμιώτεροι, αὐτῶν γεγόνασιν.
Ὢ τοῦ παραδόξου θαύματος! Προαγνισθέντες ψυχάς, ἀρεταῖς καὶ τὰ σώματα, Παῖδες Τρεῖς οἱ Ἅγιοι, Δανιήλ τε ὁ πάνσοφος, οἱ μὲν τὴν φλόγα πυρὸς ἐπάτησαν, ὁ δὲ θηρίων στόματα ἔφραξε· καὶ προεδήλωσαν τοῦ Χριστοῦ τὴν σάρκωσιν, ἐν τῷ πυρί, τῷ ἀχειροτμήτῳ τε λίθῳ σαφέστατα.
Στόματα λεόντων ἔφραξας, καὶ πονηρὰς τῶν ἐχθρῶν, μηχανὰς ἀπεσκεύασας, καὶ γλώσσας ἐπέδησας, δυσφημούντων πρὸς Κύριον, καὶ εἰς ἀγάπην τούτους διήγειρας, τῶν εὐσεβούντων Δανιὴλ στόματα· ὅθεν ὡς κήρυκα καὶ Προφήτην ἅπαντες τῶν τοῦ Θεοῦ, μυστηρίων σέβοντες, πιστῶς γεραίρομεν.
Μῦστα Δανιὴλ φερώνυμε, ἐν θεοπτίᾳ ὁρῶν, ἐπὶ θρόνου καθήμενον, ἡμέρων ὑπάρχοντα, Παλαιὸν Παντοκράτορα, ἐκ μυριάδων περικυκλούμενον, ἐκ χιλιάδων τε λατρευόμενον, ὑμνῶ ὡς Ἅγιον, τρὶς ἀνευφημούμενον, ὡς Ποιητήν, χρόνῳ δὲ ὑπέρτερον, καὶ τῶν αἰώνων Θεόν.
Λίθον ἐξ ὄρους ἐρχόμενον, ἄνευ χειρὸς τὸν Χριστόν, ἐκ Παρθένου προήγγειλας, Δανιὴλ φερόμενον, καὶ εἰς νοῦν κατενόησας, τὴν Αὐτοῦ θείαν Δευτέραν ἔλευσιν, ὁρᾷς ἐκ θρόνου πῦρ προερχόμενον, τὸ καταφλέγον φεῦ, τοὺς ἀνόμους ἅπαντας· τοὺς δὲ πιστούς, θείαν πρὸς ἀπόλαυσιν ἄγει ὁ Δίκαιος.
Δόξα. Ἦχος πλ. β΄.
Πλουσίως παρὰ Θεοῦ, ἐκχυθεῖσά σοι χάρις, Δανιὴλ θεόπνευστε, τοὺς πρεσβυτέρους τῶν Ἑβραίων διήλεγξε, τοὺς βασιλεῖς τῶν ἐθνῶν ἐξέπληξε, τοὺς σοφοὺς τῆς Βαβυλῶνος κατῄσχυνε, τῶν Περσῶν καὶ Μηδῶν τὰ βδελύγματα ἠφάνισε, τοὺς ἀπατεῶνας ἐξωλόθρευσε, τῶν λεόντων τὰ στόματα ἔφραξε, Προφήτην ἀεροβάτην ἀνέδειξε, τοῖς τοῦ κόσμου τὰ ἐν κόσμῳ γενησόμενα ἐδήλωσε, τοῖς δὲ πιστοῖς, ἀμφοτέρων τὰ μυστήρια, τῶν ἐπιφανειῶν τοῦ Χριστοῦ, σαφέστατα προεκήρυξε. Διό περ νῦν ἐν τῇ πρώτῃ Παρουσίᾳ προϋπαντῶντες Αὐτῷ διὰ τῆς σῆς πανηγύρεως, αἰτοῦμέν σε πρεσβεύειν ἀεὶ ὑπὲρ ἡμῶν, ὡς ἀξιωθείημεν, ὑπαντῆσαι Αὐτῷ ἐν νεφέλαις, ἐν τῇ Δευτέρᾳ φρικτῇ ἐλεύσει Αὐτοῦ, καὶ δοξάξομεν Αὐτῷ εἰς τοὺς αἰῶνας.
    Καί νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης, ἐκ παρθενικῆς νηδύος ἀνίσχειν μέλλοντος, ὡς ἀστέρες παμφαεῖς προλάμπουσιν ἡμῖν, ἐκ τῆς καμίνου τοῦ πυρός, οἱ τῆς Τριάδος ἰσάριθμοι Νεανίαι, τὸ ξένον τοῦ μυστηρίου ἐν ἑαυτοῖς προτυπώσαντες· σὺν τούτοις δὲ καὶ Δανιήλ, ὁ λαμπρότατος Προφήτης, προαυγάζει τοῖς πέρασι, τῷ προῤῥήσεως φωτί, τὸν Χριστὸν προενδεικνύμενος λίθον ἀχειρότμητον, ἐκ τῆς Παρθένου προερχόμενον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
 
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.