Σάββατο 4 Απριλίου 2020

Οι ευχές κατά του κορονοϊού που διαβάστηκαν στο Άγιον Όρος


Εὐχὴ 1η
λεγομένη καὶ εἰς λοιμικήν νόσον
εἰς τὸν ἐν Τριάδι μόνον Θεὸν ἡμῶν
Συμεὼν Ἀρχιεπισκόπου Θεσσαλονίκης
Ἄναρχε, αἰώνιε, δέσποτα Θεέ, Πάτερ πανάγιε, παντοκράτορ, μετὰ τοῦ ζῶντος καὶ ἀγαθοῦ Λό­γου σου καὶ τοῦ Παρακλήτου σου Πνεύματος, δέξαι συμπαθῶς τὰς δεήσεις ἡμῶν τῶν ἁμαρτωλῶν. Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, Κύριε Ἰησοῦ Χριστέ, μετὰ τοῦ εὐσπλάγχνου Πατρὸς σου καὶ τοῦ ἱλαροῦ Πνεύματος πρόσδεξαι ἐν ἐλέει τὰς ἱκεσίας ἡμῶν τῶν ἐλαχίστων. Τὸ πανάγιον καὶ ὑπεράγαθον ἐκ τοῦ Πατρὸς θεῖον Πνεῦμα σὺν τῷ πανοικτίρμονι Πατρὶ καὶ τῷ δι᾽ ἡμᾶς ἐνανθρωπή­σαντι διὰ φιλανθρωπίαν Υἱῷ δέξαι τὰς ἐν θλίψει φωνὰς τοῦ τεταπεινωμένου λαοῦ σου. Ἡ ὁμοούσιος καὶ ἀδιαίρετος Τριάς, ἡ μία βασιλεία καὶ φύσις, ὁ τρισάγιος Κύριος, ἐπάκουσον τῆς δεήσεως ἡμῶν τῶν ταπεινῶν ἱκετῶν σου καὶ διὰ τὴν σὴν ἀμέτρητον ἀγαθότητα συγχώρησον ἡμῖν τὰ ἀναρίθμητα πταίσματα.
Διὰ τὸ σὸν ἀνυπέρβλητον ἔλεος οἰκτείρησον ἡμᾶς τοὺς δικαίως παιδευομένους ὡς σὲ τὸν δίκαιον παροργίσαντας. Διὰ τοὺς ἀφάτους οἰκτιρμούς σου σῶσον ἡμᾶς κινδυνεύοντας καὶ λύτρωσαι ἡμᾶς ἐκ πάσης δικαίας ἀπειλῆς καὶ ὀργῆς σου. Ἐξελοῦ ἡμᾶς ἀπὸ τοῦ πονηροῦ καὶ πάντων τῶν ἐπιτηδευμάτων αὐτοῦ καὶ μηχανημάτων. Διασκέδασον πάντα πειρασμὸν ἀφ᾽ ἡμῶν αἰσθητόν τε καὶ νοητόν· δίωξον πᾶσαν θλῖψιν καὶ στένωσιν ἀφ᾽ ἡμῶν καὶ διαφύλαξον ἡμᾶς ἀπὸ λιμοῦ καὶ λοιμοῦ, ἀώρου θανάτου καὶ αἰφνιδίου καὶ πάσης ἄλλης κακώσεως, πᾶν σκάνδαλον καὶ ταραχὰς ἐπεγειρομένας περίελε ἀφ᾽ ἡμῶν.
Καὶ δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διάγειν καὶ τῇ πρὸς σὲ καὶ ἀλλήλους ἐμμένειν ἀγάπῃ, ποιεῖν τε τὰς ἐντολάς σου καὶ τὴν μὲν παροῦσαν ζωὴν εὐα­ρέστως σοι διανύσαι καὶ εὐσεβῶς αὐτὴν διὰ μετανοίας τελειῶσαι. Ἀξίωσον δὲ ἡμᾶς καὶ τῆς ἐπουρανίου καὶ αἰωνίου δόξης καὶ βασιλείας σου. Ὅτι σὺ εἶ Θεὸς ἡμῶν καὶ ἐπὶ σοὶ ἐλπίζομεν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν καὶ τὸ ὄνομά σου ἐπικαλούμενοι σωθῆναι ἐλπίζομεν, πρεσβείαις τῆς παναγίας ἀειπαρθένου Θεοτόκου, τῶν φιλανθρωποτάτων ἀγγέλων σου καὶ πάντων σου τῶν ἁγίων.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ 2η
ἐπὶ συμφορᾷ λαοῦ
λεγομένη καὶ εἰς λοιμικὴν ἀσθένειαν
Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
Α῎ναρχε βασιλεῦ, ἀόρατε, ἀνεξιχνίαστε, ἀκατά­ληπτε, ἀνέκφραστε, ὁ πᾶσαν δρακὶ περιέχων τὴν κτίσιν καὶ διατηρῶν, ὁ διακατέχων καὶ δια­κυβερνῶν αὐτήν, ἀρρήτῳ λόγῳ, ὁ τῶν Νινευϊτῶν τὰς ἀνομίας, πρότερον μὲν ἀνεχόμενος, ὕστερον δὲ τὴν μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν προσδεξάμενος καὶ χαρισάμενος αὐτοῖς, δι᾽ ὑπερβάλλουσαν ἀγαθότητα καὶ μακρο­θυμίαν, πάσας τὰς ἀνομίας καὶ τὰ πλημ­μελήματα τῇ συνήθει καὶ ἀφάτῳ σου φιλανθρωπίᾳ δεξάμενος· δέξαι καὶ ἡμῶν τὰς εὐχάς, καθάπερ, ὡς εἴρηται, τῶν Νινευϊτῶν τὴν ἐπιστροφὴν καὶ μετάνοιαν· δέξαι τὰ δάκρυα καὶ τοὺς στεναγμούς· δέξαι τὴν τεταπεινωμένην ἡμῶν δέησιν, οὐδὲ γὰρ δυνάμεθα, ὅλως ταῖς ἁμαρτίαις γενόμενοι, πρὸς σὲ τὸν μόνον ἀναμάρτητον ἀτενίζειν· δέξαι τὰς ἐκ βάθους, ὡς δίκην καπνοῦ, ἀναπεμπομένας σοι τῷ Δεσπότῃ κραυγάς· δέξαι τοῦ ταλαιπωρημένου λαοῦ τὴν παρά­κλησιν. Νικησάτω ἡ ἄβυσσος τῆς σῆς εὐ­σπλαγ­χνίας τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν· καὶ δὸς τῷ λαῷ σου λύ­τρωσιν, ἐλευθερίαν τῶν πειρασμῶν καὶ τοῦ θανάτου τομῆς ἄφεσιν.
Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ἐπάκουσον τοῦ λαοῦ σου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ στῆσον τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπεγειρομένην ἐπὶ τὸν κλῆρον τῶν δικαίων, οὓς σὺ μόνος οἶδας καὶ ἐπίστασαι, παρ᾽ αὐτῶν μὴ γινωσκόμενος. Ὅπως καὶ δι᾽ ἡμῶν τῶν σῶν ἀχρείων δούλων δοξασθῇ τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ 3η
ἐπὶ συμφορᾷ λαοῦ
Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
Ὑπεράγαθε Κύριε, δημιουργὲ τοῦ παντός, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἀνείκαστος· ὁ τὰς ἀνομίας ἡμῶν πάσας ἀράμενος καὶ τῷ σταυρῷ προσηλώσας ἵνα καθαγιάσῃς ἡμᾶς· θαρροῦντες προσ­πίπτομεν ἱκετικῶς, ἀνεξίκακε Κύριε, καὶ τῆς σῆς ἀφάτου καὶ ἀμετρήτου φιλανθρωπίας τὸ πέλαγος ὑποσκο­ποῦντες, κράζομεν πρὸς σὲ τὸν εὐδιάλλακτον Κύριον· Σῶσον ἡμᾶς. Οὐ φαρισαϊκῶς τὰς ᾠδὰς ἡμῶν καὶ ὑμνῳδίας ἀναφέρομεν, ἀλλὰ τελωνικῶς. Οὐδὲ κατὰ τὸν ἀγνώμονα ἐκεῖνον λῃστήν, ἀλλὰ κατ᾽ αὐτὸν τὸν εὐγνώμονα καὶ εὐχάριστον βοῶμεν τό· Μνήσθητι.
Διὰ τοῦτο νικησάτω τὸ ἀνεξερεύνητον ἔλεος τὰς ἀνομίας ἡμῶν, εἰ καὶ μὴ προσηκόντως μετανοοῦμεν καὶ ἐπιστρέφομεν· δεῖξον καὶ ἐν ἡμῖν τῆς φιλαν­θρωπίας σου τὸ μέγεθος· σπλαγχνίσθητι καὶ διαλ­λάγηθι ὡς μακρόθυμος ἐπὶ τῷ λαῷ σου· στῆσον τὸ δρέπανον τοῦ θανάτου, ὥστε μὴ καθ᾽ ἡμῶν προβῆναι· στῆσον τὴν ταχεῖαν καὶ ἄωρον τούτου τομήν· στῆσον τῆς λοιμώδους νόσου τὴν δικαίαν ταύτην φθοράν· στῆσον τὴν ῥομφαίαν τὴν καθ᾽ ἡμῶν διεγειρομένην, ἵνα μὴ ἀπολώμεθα· σοὶ γὰρ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ σοὶ μόνῳ προσπίπτομεν.
Ναί, Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ μὴ ἀπώσῃ τὰς δεήσεις ἡμῶν· πάριδε τὰ πλημμελήματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, ἵνα δοξασθῇ ἐν ἡμῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ­ματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου