Δευτέρα 23 Απριλίου 2018

ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΕΓΚΩΜΙΑ


ΕΓΚΩΜΙΑ

Ἐγκώμια του Αγίου Γεωργίου: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ

Ἐγκώμια: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ
Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Γεώργιε τρισμάκαρ.
Αἱ γενεαὶ πᾶσαι, σὲ μακαριοῦμεν, Χριστοῦ τὸν ἀθλοφόρον.
Φιλομαρτύρων δῆμος, μνήμην τοῦ Γεωργίου, ἠθροισθήτε τελέσαι.
Ἡ Καππαδόκων χώρα, τιμᾷ ἐν εὐφροσύνῃ, τὰ σπάργανά σου Μάρτυς.
Ἡ οἰκούμενη πᾶσα, Γεώργιε σὴν μνήμην, τελεῖ μετ’ εὐφρόσυνης.
Θωπεῖαι τῶν τυράννων, οὐ ἰσχύσάν σου κάμψαι, ψυχὴν γενναίαν Μάρτυς.
Τῶν ἀθλοφόρων δόξα, Μεγαλομάρτυς πέλεις, Γεώργιε καὶ κλέος.
Ὀφρῦν τε καὶ τὸ θράσος, καθεῖλες τῶν τυράννων, Γεώργιε γενναίως.
Εἱρκτὴν Μεγαλομάρτυς, καὶ αἰκισμοὺς ὑπέστης, ὑπὲρ Χριστοῦ ἀγάπης.
Τροχῷ κατεσπαράχθης, καὶ αἰκισμοὺς ὑπέστης, ὑπὲρ Χριστοῦ ἀγάπης.
Ἄγγελος ἐνισχύων, ἐξ οὐρανοῦ κατῆλθε, θέαμα ξένον ὄντως.
Βασάνους ἀθλοφόρε, καὶ ἀπειλὰς τυράννων, οὐκ ἐπτοήθης ὅλως.
Κώνειον ἐποτίσθης, ἀλλὰ Χριστοῦ δυνάμει, μηδὲν ἐβλάφθης Μάρτυς.
Νεκρὸν ἤγειρας Μάρτυς, τῇ θείᾳ προσευχῇ σου, ἐκπλήττων τοὺς ὁρῶντας.
Χριστὸς σοὶ ὤφθη Μάρτυς, καθ’ ὕπαρ σὲ θαῤῥύνων, πρὸς δρόμον μαρτυρίου.
Γλυπτὰ τῆς ἀσεβείας, συνέτριψας δυνάμει, Γεώργιε Κυρίου.
Τῶν αἰχμαλώτων ῥύστης, καὶ φύλαξ Ὀρθόδοξων, Τροπαιοφόρε πέλεις.
Ἡ Παλαιστίνη χαίρει, Γεώργιε πλουτοῦσα, σορὸν τῶν σῶν λειψάνων.
Ἆθλά σου τὰ γενναῖα, ἐξέστησαν Ἀγγέλους, Γεώργιε πολύτλα.
Τῶν αἰχμαλώτων ῥύστης, ταχύτατος τυγχάνεις, Γεώργιε θεόφρων.
Θαυμάτων παραδόξων, πλουτεῖς τὴν οἰκουμένην, Τροπαιοφόρε Μάρτυς.
Τὴν χάριν τῶν θαυμάτων, εἴληφας Ἀθλοφόρε, βραβεῖον τῶν σῶν ἄθλων.
Τὰ στίφη φιλεόρτων, τελεῖ σου ἐτησίως, τὴν μνήμην Ἀθλοφόρε.
Σοὶ ἐξεχύθη χάρις, θαυμάτων ἐξαισίων, Γεώργιε θεόφρων.
Τῶν ἀθλητῶν τὰ στίφη, τὴν σὴν θεόφρων μνήμην, βροτοῖς συνεορτάζει.
Τοὺς τὴν σεπτήν σου μνήμην, τελοῦντας Ἀθλοφόρε, ῥῦσαι δεινῶν παντοίων.
Ἡ δόξα τῶν Μαρτύρων, λιταῖς σου περιφρούρει, τοὺς πανηγυριστάς σου.
Κινδύνων πολυτρόπων, ῥυσθείημεν λιταῖς σου, οἱ ὑμνῳδοί σου Μάρτυς.
Δόξα. Τριαδικόν.
Ὤ τρίφωτε Θεέ μου, λιταῖς τοῦ Γεωργίου, σῶσον τοὺς σὲ ὑμνοῦντας.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπὲρ ἡμῶν Παρθένε, μετὰ τοῦ Γεωργίου, δυσώπει τὸν Υἱόν Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου