Πέμπτη 11 Ιουλίου 2019

Μνήσθητι Κύριε ὑπὲρ ὑγείας τῶν δούλων σου...


Α´

Ἐν πρώτοις μνήσθητι Κύριε τοῦ Ἀρχιεπισκόπου ἡμῶν...

Β´

Ἔτι μνήσθητι Κύριε πάντων τῶν ὀρθοδόξων ἀρχιε­ρέων, ἱερέων, ἱερομονάχων, μοναχῶν, μοναζουσῶν καὶ πάντων, οὓς προσεκαλέσω εἰς τὴν σὴν διακονίαν φιλάνθρωπε Κύριε. Τῆς ἱερᾶς ἡμῶν Συνόδου, ὑπὲρ τοῦ ὀρθοτομεῖν τὸν λόγον τῆς σῆς ἀληθείας.

Γ´

Μνήσθητι Κύριε τῆς Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης· τῆς λύσεως τῶν σχισμάτων καὶ τῶν αἱρέσεων καὶ τῆς ἀναδείξεως ἀσπίλου καὶ ἀμώμου τῆς Ὀρθοδοξίας τῆς ἐκλεκτῆς σου Νύμφης. Μνήσθητι Κύριε τῆς ἐν Ἀφρικῇ, Ἀσίᾳ, Ἀμερικῇ, Ὠκεανίᾳ καὶ ἀπανταχοῦ τῆς γῆς ἱεραποστολικῆς προσπαθείας τῆς Ὀρθοδόξου Ἐκκλησίας ἡμῶν· τῆς ἐξαπλώσεως καὶ ὁλοκληρίας αὐτῆς τῆς κηρύξεως τοῦ Εὐαγγελίου εἰς πᾶσαν τὴν γῆν.

Δ´

Μνήσθητι Κύριε τοῦ σύμπαντος κόσμου, παντὸς γένους ἀνθρώπων τῶν ὑπὸ τὸν οὐρανόν. Μνήσθητι Κύριε τῆς εἰρήνης τῆς οἰκουμένης ἁπάσης καὶ τῆς πατρίδος ἡμῶν. Φώτισον τοὺς ἰσχυροὺς τῆς γῆς, καὶ ἀπόστρεψον καὶ διασκέδασον πᾶσαν ὀργὴν ἐπι­δρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ πολεμι­κὴν ἀπειλὴν καὶ ἐλέησον ἡμᾶς. Μνήσθητι Κύριε τῶν κυβερνώντων τὸ ἔθνος ἡμῶν, κατευθύνων τὰ διαβήματα αὐτῶν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ λαλῶν ἀγαθὰ εἰς τὰς καρδίας αὐτῶν ὑπὲρ τῆς Ἐκκλησίας ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου.

Ε´

Μνήσθητι Κύριε τοῦ μαρτυρικοῦ ἡμῶν γένους, σύμπαντος τοῦ ἔθνους καὶ τοῦ φιλοχρίστου ἡμῶν στρατοῦ· παράσχου αὐτῷ τὴν σκέπην καὶ προστασίαν σου. Τῶν ἀλυτρώτων ἀδελφῶν ἡμῶν ἐν Κωνσταντινουπόλει, Βορείῳ Ἡπείρῳ καὶ ἀλλαχοῦ. Τῶν ἐν προσφυγίᾳ καὶ πικρᾷ δουλείᾳ διαβιούντων καὶ ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτοῖς τὴν δωρεὰν τῆς ἐ­λευθερίου αὐγῆς. Τῶν ἀποδήμων ἀδελφῶν ἡμῶν ἐν Ἀμερικῇ, Αὐστραλίᾳ, Εὐρώπῃ καὶ ἀλλαχοῦ καὶ τῆς διαφυλάξεως τῆς ἑλληνορθοδόξου ψυχῆς αὐτῶν.

Στ´

Μνήσθητι Κύριε τῶν μοναζόντων, τῶν ἐν μετανοίᾳ διαβιούντων καὶ ἀγρυπνούντων ἐν ταῖς ἱεραῖς Μο­ναῖς, Σκήταις καὶ εὐκτηρίοις οἴκοις. Πάντων τῶν Μοναχικῶν ταγμάτων, ἐν Ἁγίῳ Ὄρει, Μετεώροις, τῇ νήσῳ τοῦ ἠγαπημένου σου μαθητοῦ καὶ ἀλλα­χοῦ. Τῶν μοναστικῶν καθιδρυμάτων τῆς ἱερᾶς ἡμῶν Μητροπόλεως καὶ τῆς ἀναδείξεως αὐτῶν εἰς τόπους ἀκοιμήτων προσευχῶν καὶ γυμναστήρια πνευματοκινήτων ἀδελφῶν, μοχθούντων περὶ τοῦ κατὰ Ἰησοῦν Χριστὸν σκοποῦ καὶ τῆς κατ᾿ ἀλήθει­αν πατερικῆς μελέτης καὶ τῆς διακονίας.

Ζ´

Μνήσθητι Κύριε τῶν ἀκροατῶν τοῦ θείου λόγου καὶ τῶν διακονούντων, καὶ συνεργατῶν εἰς τὴν ἐξά­πλωσιν αὐτοῦ. Τῶν ἱεροκηρύκων, κατηχητῶν, κατη­χητριῶν, καὶ πάντων τῶν μοχθούντων εἰς τὸ ἔργον τῆς κατηχήσεως τῶν παιδίων σου. Τῆς ἀναδείξεως ἔτι νέων ἐργατῶν τοῦ Εὐαγγελίου, πεπληρωμένων συνέσεως καὶ σοφίας πνευματικῆς. Πλήρωσον πάντας ἐλπίδος τῆς ἐν τοῖς οὐρανοῖς ἀποκειμένης εἰς πάντας τοὺς ἁγίους. Μνήσθητι Κύριε τῶν κατηχουμένων ἀδελφῶν ἡμῶν. Τῶν πρὸς τὸ ἅγιον βάπτισμα εὐτρεπιζομένων ἀδελφῶν. Τῶν ἀμελῶς ἢ ἀτελῶς κατηχηθέντων. Τῶν κατ᾿ ὄνομα μόνον χριστιανῶν ὡς μὴ διδαχθέντων, τῶν λυμαινομένων ἐξ ἀγνοίας τὴν σεμνότητα καὶ εὐταξίαν τῆς ἁγίας σου Ἑκκλησίας.

Η´

Μνήσθητι Κύριε τῆς νεότητος ἡμῶν σπουδαζούσης καὶ ἐργαζομένης, τῆς δεινῶς δοκιμαζομένης καὶ τῆς ἐν τῇ ἀλλοδαπῇ σπουδαζούσης. Μνήσθητι Κύριε τοῦ κόπου καὶ τῶν κυκλούντων αὐτὴν κινδύνων καὶ παντοίων πειρασμῶν καὶ παγίδων τοῦ ἐχθροῦ καὶ διάσωσον αὐτὴν ὁ Σωτὴρ καὶ λυτρωτὴς τῶν παιδίων ἡμῶν δημιουργῶν εἰς τὰς καρδίας αὐτῶν καὶ ἁγίας ἱερατικὰς κλήσεις.

Θ´

Μνήσθητι Κύριε τῶν πόλεων καὶ χωρίων τῆς ἱερᾶς ἡμῶν Μητροπόλεως καὶ τῆς ὅλης ἑλληνικῆς πατρίδος καὶ τῆς σωτηρίας αὐτῶν ἀπὸ τῆς ἐπιδρομῆς τῶν συγχρόνων ἀθέων καὶ ὑλιστῶν καὶ ἀλλοφύλων καὶ τῆς ἀναδείξεως αὐτῶν εἰς πόλεις καὶ κώμας ἀντα­ξίως τῆς μαρτυρικῆς καὶ ἐνδόξου ἱστορίας αὐτῶν. Διαφύλαξον ταύτας καὶ πᾶσαν πόλιν καὶ χώρα ἀπὸ ὀργῆς, λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου.

Ι´

Μνήσθητι Κύριε τῶν δεομένων τῆς παρὰ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως. Τῶν ἐν πένθει, ἐν βαρυθυμίᾳ, ἐν ἀνάγκαις καὶ ἀσθενείαις. Τῶν ἐν φυλακαῖς καὶ ἐξορίαις. Τῶν ἐν μετάλλοις καὶ αἰχμαλωσίαις. Τῶν ἐν πενίᾳ καὶ παντοειδεῖ στερήσει τῶν ὀρφανῶν καὶ χηρῶν, τῶν νηπίων καὶ γερόντων, τῶν ἀδικουμένων καὶ συκοφαντουμένων. Τῶν ἐν πικροῖς πολέμοις ἀγομένων, τῶν βαρέως ἐργαζομένων ἐν τῇ ξένῃ γῇ, ἐν μετάλλοις, ἐν οἰκο­δομαῖς, ἐν ἐρεύναις, ἐν καμίνοις, ἐν μηχαναῖς. Τῶν ἐν βαρείαις ἀσθενείαις ἀγρυπνούντων ἰατρῶν. Τῶν ὁδηγῶν καὶ ὀχουμένων ἢ ὁδοιπορούντων εἰς μα­κρὰς ὁδούς. Τῶν ἐν θαλάσσῃ καὶ ἀέρι πλεόντων. Τῶν ἐργαζομένων ἐν μέσῳ ἁμαρτωλῶν καὶ ἀθέων. Τῶν ἐργατῶν τῶν γραμμάτων καὶ τῶν ταλαντούχων. Τῶν ἐν μονώσει, ψυχικῇ νόσῳ καὶ καταθλίψει καὶ ἄγχει διαβιούντων. Τῶν ἐν ὄρεσι καὶ σπηλαίοις ἐγκαταβιούντων καὶ τῶν ὑπὲρ πάσει περιστάσει ὄντων καὶ πάσης ψυχῆς καταπονουμένης.

ΙΑ´

Μνήσθητι Κύριε τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ὀχλουμένων καὶ ἐπηρεαζομένων. Τῶν ἀπομακρυν­θέντων ἀπὸ τῆς ἱερᾶς τοῦ χριστοῦ σου ποίμνης. Τῶν ἀπολιμπανόντων τὰς ἱερὰς συνάξεις καὶ τῶν μαχομένων ταύτας. Τῶν βλασφήμων καὶ ἁμαρτω­λῶν. Τῶν ζόφωσιν τοῦ νοῦ καὶ τύφλωσιν παθόντων. Τῶν ἐξ ἐπηρείας τοῦ πονηροῦ, ἀνωφελῶν με­λετημάτων καὶ συναναστροφῆς κακῆς πεπωρωμένων τὴν καρδίαν. Τῶν ἀνδρῶν ἢ γυναικῶν τοῦ παν­δήμου εὐτελισμοῦ. Τῶν προσκυνούντων τὰ σύγχρονα εἴδωλα τῶν παθῶν. Τῶν διδασκόντων διδα­χὰς κενῆς φιλοσοφίας καὶ ἐν ἐπιστήμῃ ἀπάτης. Μνήσθητι Κύριε καὶ θεράπευσον αὐτοὺς καὶ ἐπανάγαγε εἰς τὴν μάνδραν τῆς Ἐκκλησίας σου.

ΙΒ´

Μνήσθητι Κύριε τῶν ἐνοριτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης, τῶν ἐπιτρόπων, συνδρομητῶν, ἀφιερωτῶν, εὐεργετῶν τοῦ Ἱεροῦ Ναοῦ τούτου καὶ πάντων τῶν ὁπωσδήποτε συντελούντων καὶ συντελεσάντων εἰς τὴν διατήρησιν αὐτοῦ καὶ τοῦ ὅλου ἐκκλησιαστικοῦ ἔργου. Τῶν διακονούντων ἐν ταῖς ἁγίαις Ἐκκλησίαις καὶ καρποφορούντων, τῶν κοπιώντων, ψαλλόντων καὶ πάντων τῶν ἐν αὐταῖς τὰς δεήσεις μετ᾿ εὐλαβείας ποιουμένων καὶ μετὰ φόβου Θεοῦ ἐν αὐτοῖς εἰσιόντων.

ΙΓ´

Μνήσθητι Κύριε τῶν συνεργατῶν καὶ συνεργατίδων ἡμῶν εἰς τὸ ἔργον τῶν φιλοπτώχων ταμείων, τῆς εὐποιΐας καὶ κοινωνίας καὶ τὸ καθὅλου ἐμπεπιστευμένον ἔργον. Τῶν ἐργαζομένων τὴν ἐπιστροφὴν καὶ μετάνοιαν τῶν ἁμαρτωλῶν καὶ πεπλανημένων. Τῶν μεμεμνημένων τῶν πενήτων καὶ ἐπισκεπτομένων τοὺς ἐν ἀσθενίαις, θλίψεσι καὶ συμφοραῖς. Τῶν καλοδιδασκάλων καὶ φιλοξένων καὶ παντὸς συνεργοῦντος ἐν τῇ εὐποιΐᾳ καὶ παραμυθίᾳ. Μνήσθητι Κύριε τῶν πρεσβυτερῶν καὶ τῶν τέκνων αύτῶν καὶ τῆς σεμνῆς ἐν Κυρίῳ ἀνατροφῆς αὐτῶν.

ΙΔ´

Μνήσθητι Κύριε τῶν εὐλαβῶν οἰκογενειαρχῶν, τῶν διαγόντων ἐν ἀγάπῃ καὶ σεμνῇ πολιτείᾳ. Τῶν σπουδαζόντων εὐσεβεῖν τὸν ἴδιον οἶκον. Τῶν ἀποδιδόντων τὰς ἀμοιβὰς τοῖς προγόνοις καὶ εὐεργέταις. Μνήσθητι Κύριε τῶν ἐντρυφώντων ἐν τοῖς θείοις λόγοις τῶν ζηλωτῶν τῶν καλῶν ἔργων. Τῶν κοσμούντων τὴν θείαν διδασκαλίαν ἐν ἔργοις ἀγαθοῖς. Τῶν ἐργαζομένων τὴν δικαιοσύνην καὶ κοπιώντων ὑπὲρ αὐτῆς. Τῶν διερχομένων τὰς θλίψεις καὶ πικρίας τῆς παρούσης ἐν ὑπομονῇ καὶ καρτερίᾳ. Τῶν μοχθούντων ὑπὲρ τῆς ἀπαλλαγῆς ἀπὸ τῶν βαρβάρων παθῶν.

ΙΕ´

Μνήσθητι Κύριε τῶν ἐν ὀμονοίᾳ καὶ ἐνότητι συνεργαζομένων καὶ συμπορευομένων. Τῶν ὁμοψύχων, φίλων καὶ ἀδελφῶν, συγγενῶν καὶ συλλειτουργῶν ἢ ἐργατῶν τοῦ θείου λόγου, οὓς σύναψον τῇ ἁγίᾳ ἑνότητι καὶ ἀγάπῃ.

ΙΣτ´

Μνήσθητι Κύριε τῶν πνευματικῶν πατέρων, διδακάλων καὶ εὐεργετῶν ἁπάντων κατ᾿ ὄνομα. Τῶν κατὰ πνεῦμα καὶ σάρκα συγγενῶν ἡμῶν, τῶν ἀναδόχων καὶ ἀναδεκτῶν μετὰ τῶν οἰκείων αύτῶν. Τῶν συντελούντων εἰς τὴν κατὰ Χριστὸν διάπλασιν ἡμῶν. Τῶν φίλων ἡμῶν καὶ γνωρίμων, τῶν ἐλεού­ντων καὶ ἀγαπώντων ἡμᾶς. Τῶν διακονούντων καὶ διακονησάντων ἡμᾶς καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

ΙΖ´

Μνήσθητι Κύριε τῶν ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ σκανδαλιζομένων καὶ δι᾿ ἐμοῦ πλημμελησάντων. Τῶν διὰ τῆς ἐμῆς ἐλεεινότητος τὴν ἄφεσιν τῶν ἑαυτῶν πλημμελημάτων ἢ τὰς ἀναφοράς, τῶν ἑαυτῶν δεήσεων ἐξαιτούντων ἢ ἐξαιτησαμένων. Μνήσθητι Κύ­ριε τῶν πνευματικῶν τέκνων ἁπάντων κατ᾿ ὄνομα καὶ μεμνημένων τῆς ἐμῆς ἐλεεινότητος καὶ ὑπὲρ αὐτῆς δεομένων χαριζόμενος αὐτοῖς τὴν ὑπομονὴν τοῦ Σταυροῦ καὶ τὴν εὐφροσύνην τοῦ κενοῦ τάφου.

ΙΗ´

Μνήσθητι Κύριε τῶν προσενεγκάντων τὰ δῶρα ταῦτα καὶ ὑπὲρ καὶ δι᾿ ὧν ταῦτα προσεκόμισαν. Ἀμήν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου